TLG 3155 001 :: JOANNES Protospatharius :: Ἐξήγησις φυσικὴ τῶν ἡμερῶν Ἡσιόδου JOANNES Protospatharius Gramm. Ἐξήγησις φυσικὴ τῶν ἡμερῶν Ἡσιόδου Citation: Page — (line) | ||
448(t1) | ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΚΥΡΙΟΥ | |
t2 | ΙΩΑΝΝΟΥ ΤΟΥ ΠΡΩΤΟΣΠΑΘΑΡΙΟΥ | |
---|---|---|
t3 | ΕΞΗΓΗΣΙΣ ΦΥΣΙΚΗ | |
t4 | ΤΩΝ ΗΜΕΡΩΝ | |
t5 | ΗΣΙΟΔΟΥ. | |
1 | ΕΙ καὶ μὴ μέχρι τοῦ νῦν ῥητῶν τινων ἐπεβαλόμην ἐξήγη‐ σιν, ἀλλά γε νῦν διὰ σὲ, ὦ τέκνον, ἐπιβλητέον τῷ πράγματι, καὶ σαφηνιστέον, ὡς ἔξεστιν ἡμῖν, τὰς τοῦ Ἡσιόδου ἡμέρας· παραληπτέον δὲ καὶ θεὸν εἰς βοήθειαν, τὸν παντὸς ἔργου | |
5 | δημιουργὸν καὶ τελειωτὴν, καὶ δεητέον, εἰ μέν τι ὀρθῶς λε‐ λέξεται καὶ ὅσιον πολλοῖς ἐκφαίνειν, σώζειν τε τὸν λόγον ἀεὶ, καὶ εὐπαράδεκτον πάσαις ἀκοαῖς καὶ γνώσεσι παρασχεῖν· εἰ δέ τι τούτων ἐκμελῶς ἔχει, συγγνώμην μὲν ἡμῖν νέμειν τῆς τε φι‐ λοπονίας, καὶ τῆς εἰς τὸ ὁμόφυλον φιλανθρωπίας, ἢ τελέως | |
10 | τῷ τῆς λήθης παραδοῦναι βυθῷ, ἢ τέως τάγε ἀπᾴδοντα. 768. ΠΡΩΤΟΝ ἙΝΗ, ΤΕΤΡΑΣ ΤΕ, ΚΑΙ ἙΒΔΟΜΗ ἹΕΡΟΝ ΗΜΑΡ. Ἕνη μέν ἐστιν ὁ νοῦς ὁ πρῶτος, τὰ διῃρη‐ μένα καὶ διεστῶτα, ὁ αὐτὸς δὲ καλεῖται καὶ μονάς· ὅτι πάν‐ των φθειρομένων, αὐτὸς μόνος μένει, καὶ ὅτι μονὴν ἔχει ἐν | |
15 | τοῖς αὐτοῦ βουλεύμασιν. Ἢ ἕνη ἐστὶν αὐτὸ τὸ εἶδος, ὃ εἰδο‐ ποιεῖ τὴν ἀόριστον ὕλην· ὕλη δὲ αὐτὰ τὰ τέσσαρα στοιχεῖα, ἃ πάντα εἰσὶ, καὶ ξύλον, καὶ λίθος, καὶ ἄνθρωπος, πρὸ τοῦ ἐπιγενέσθαι τὸ εἶδος· ἐὰν δὲ εἶδος προσλάβοι, οὐ πάντα ἐστί· | |
καθάπερ κηροῦ τινος ἀνειδέους, ὃν δύναιτό τις εἰπεῖν μήπω | 448 | |
449 | σχηματισθέντα, καὶ χύτραν, καὶ λέβητα, καὶ ἄνθρωπον. Ἐπὰν δὲ ἕν τι τούτων, οὐκέτι λέγεται πολλὰ, ἀλλ’ ἕν. ΠΡΩ ΤΟΝ ἙΝΗ ΤΕΤΡΑΣ ΤΕ. Εἰπὼν περὶ τοῦ ἰδικοῦ αἰτίου, λέγει μετέπειτα καὶ περὶ τοῦ ὑλικοῦ. Εἰδικὸν δὲ αἴτιον ἦν | |
5 | ἡ ἕνη ὡς ἀναλογοῦσα τῷ εἴδει, ὡς εἴρηται. Ὑλικὸν δὲ εἴη ἂν ἡ τετρὰς, αὐτὰ τὰ τέσσαρα στοιχεῖα. ΚΑΙ ἙΒΔΟΜΗ ἹΕ‐ ΡΟΝ ΗΜΑΡ. Ἑβδόμη ἐστὶν ἢ αἱ ἑπτὰ σφαῖραι, αἳ κινούμε‐ ναι ποιοῦσι πάντα τὰ ὄντα, ἢ ἡ παρθένος Ἀθηνᾶ, ἢ ὁ καιρός. Ἀλλὰ πρῶτον περὶ τῶν ἑπτὰ σφαιρῶν. εἴπωμεν· εἶτα | |
10 | καὶ ὅπως ἑβδόμη ὁ καιρὸς καὶ ἡ Ἀθηνᾶ λέγεται ἐροῦμεν. Αἱ ἑπτὰ σφαῖραι εἰσὶν οἱ ἑπτὰ ἀστέρες οἱ πλάνητες, Κρόνος, Ζεὺς, Ἄρης, Ἥλιος, Ἀφροδίτη, Ἑρμῆς, Σελήνη. Πλάνη‐ τες δὲ λέγονται, ὅτι προποδίζουσι, καὶ ὑποποδίζουσι, καὶ οὐδέποτε φυλάττουσι τὴν οἰκείαν τάξιν· ἀλλὰ τὸν Κρόνον Διὸς ὑπεκδρα‐ | |
15 | μόντα καταπολὺ ἔστιν ἰδεῖν, καὶ ὑποποδίσαντα, τοῦ Διὸς ἔμπρο‐ σθεν αὐτοῦ ὑπεκδραμόντος. Οὗτοι μὲν οὖν οἱ πλάνητες· οἱ δ’ ἀπλανεῖς τὰ δώδεκα ἄστρα, ἤτοι τὰ δώδεκα ζώδια, ἃ τὴν οἰκείαν τάξιν οἴδασι, καὶ οὔποτε γένοιτ’ ἂν ὁ καρκίνος ἔμπρο‐ σθεν τοῦ λέοντος, οὐδὲ τὰ τοῦ χειμῶνος ζώδια ἐν καιρῷ θέρους | |
20 | λάμπουσιν. Ἄλλο ἀστὴρ καὶ ἄλλο ἄστρον· ἄστρον μὲν τὸ ἐκ πολλῶν ἀστέρων συγκείμενον ἓν, ἀστὴρ δὲ τὸ ἕν. Ἱερὰς οὖν ἡμέρας ἐκάλουν οἱ παλαιοὶ αὐτὰς, καὶ ἐτίμων· τὴν ἕνην μὲν ὡς τῷ θεῷ ἢ τῷ εἴδει ἀνάλογον, τὴν δὲ τετράδα, ὡς τοῖς τέσσαρσι στοιχείοις· τὴν δὲ ἑβδόμην, ἢ ὡς ταῖς ἑπτὰ σφαίραις | |
25 | ἀναλογοῦσαν, ἢ ὡς Ἀθηνᾷ καὶ ὡς καιρῷ. Ἀλλ’ ὅπως μὲν ἀναλογεῖ ἡ ἑβδόμη ταῖς ἑπτὰ σφαίραις, ἤδη εἴρηται· πῶς δὲ Ἀθηνᾶ καὶ καιρὸς λέγεται, ῥητέον. Τὴν Ἀθηνᾶν φασιν ἀγέν‐ νητον καὶ παρθένον εἶναι, ἀγέννητον μὲν, ὅτι οὐκ ἐκ μητρός τινος ἐγεννήθη, παρθένον δὲ, ὅτι οὐκ ἐγέννησε τινά· καὶ ὁ | |
30 | ἑπτὰ ἀριθμὸς οὕτως ἂν εὑρεθείη· ἐντὸς γὰρ τῆς δεκάδος οὔτε ἐγεννήθη, οὔτε γεννήσει τινά. Οἷον, ἔστω αʹ βʹ γʹ δʹ εʹ ϛʹ ζʹ ηʹ θʹ ιʹ· τὸ ἓν διπλασιαζόμενον ποιεῖ δύο, τὰ δύο πολλαπλα‐ σιαζόμενα ποιεῖ τέσσαρα, τὰ τρία ποιεῖ ἓξ, τὰ τέσσαρα ὀκτὼ, τὰ εʹ, ιʹ. τὰ ϛ, εἰ καὶ ἐντὸς τῆς δεκάδος οὐ γεννᾷ, ὁμοίως | |
35 | καὶ τὰ ηʹ καὶ τὰ θʹ, ἀλλ’ οὖν γεννῶνται. Δὶς γὰρ γʹ, ϛʹ. γʹ | 449 |
450 | γʹ, θʹ. δὶς δʹ, ηʹ. Καὶ πῶς μὲν οὐ γεννᾶται ἤδη δέδεικται, πῶς δὲ οὐ γεννᾷ, δῆλον· ἐντὸς γὰρ τῆς δεκάδος οὐ γεννᾷ, δὶς γὰρ ἑπτὰ δεκατέσσαρα. Ἀλλὰ καὶ καιρὸς λέγεται διὰ τὴν αἰτίαν, ἣν μέλλομεν εἰπεῖν· ἡ γὰρ σελήνη ἑπτὰ ἡμερῶν γενο‐ | |
5 | μένη τετραγωνίζει τὸν ἥλιον· ἅπας δὲ καιρὸς, ἤτοι ἔαρ, ἢ θέρος, ἢ φθινόπωρον, ἢ χειμὼν, τρισὶ ζωδίοις τείνεται. Ἡ ἑβδόμη ἡμέρα καὶ παρὰ τοῖς ἰατροῖς χρησίμη καθέστηκεν, ἐν ταύτῃ γὰρ κρίνουσι τὰ νοσήματα, καὶ οἱ ἄνθρωποι, ἐν ἑβ‐ δόμαις αὔξουσι. Καὶ γὰρ ὅτε γίνονται ἑπτὰ ἐνιαυτῶν, ἀλ‐ | |
10 | λάσσουσι τοὺς ὀδόντας, δὶς δὲ ἑπτὰ γεγονότες μειράκια λέγον‐ ται, τρὶς δὲ ἑπτὰ ἀποσπερμαίνουσιν. Ἀλλὰ καὶ ζωογόνος παρὰ πολλοῖς ἡ ἑβδόμη λέγεται, ὅτι τὰ βρέφη ἑπταμηνιαῖα ὄντα ζωογονεῖται μᾶλλον, ἤπερ ὀκταμηνιαῖα. Ἀλλὰ πῶς μὲν τὰ ἑπταμηνιαῖα καὶ ἐνναμηνιαῖα ζωογονεῖται, τὰ δὲ ὀκταμηνι‐ | |
15 | αῖα οὐδαμῶς, καλὸν εἰπεῖν. Ἔστω τοίνυν τρίγωνον, ὀρθο‐ γώνιον, τὰ αʹ βʹ γʹ. τούτου δὲ τὸ ἐμβαδὸν ἔστω ϛʹ. ἡ δὲ πρώ‐ τη πλευρὰ ἡ αʹ βʹ, μονάδων πέντε. Ἡ δὲ αʹ γʹ μονάδων τριῶν. Ἡ δὲ βʹ γʹ μονάδων τεσσάρων. Φανερὸν δὲ ὅτι κατὰ τοὺς Πυθαγορείους, ὁ γʹ καὶ ὁ εʹ, ἄῤῥενες, ὡς περιτ‐ | |
20 | [Omitted graphic marker] τοὶ, ὁ δὲ τέσσαρα θῆλυς, ὡς ἄρτιος. Πεπολλαπλασιάσθω ὁ δ’ ἐπὶ τὸν εʹ, τε‐ τράκις πέντε, εἴκοσι. Καὶ ὁ πέντε ἐφ’ ἑαυτὸν, πεντάκις πέντε, κεʹ. Μεμίχθω‐ σαν τὰ κʹ καὶ τὰ κεʹ, καὶ γίνονται μεʹ. | |
25 | Ταῦτα τὰ τεσσαρακονταπέντε πεπολλα‐ πλασιάσθωσαν ἐπὶ τὸ ἐμβαδὸν τοῦ τρι‐ γώνου. Ἑξάκις μεʹ, σοʹ. Αἱ δὲ σοʹ ἡμέραι περιέχουσι χρόνον μηνῶν θʹ. Καὶ εἰκότως ζωογονεῖ‐ ται τὸ βρέφος ἐκ γὰρ συνδρομῆς ἀρτίου καὶ περιττοῦ ἀριθμοῦ | |
30 | τοῦ δʹ καὶ τοῦ εʹ, ἀπετελέσθη ὁ χρόνος τῶν θʹ μηνῶν, ὡς ἐδεί‐ χθη. Πάλιν πεπολλαπλασιάσθω ὁ γʹ ἐπὶ τὸν εʹ· τρὶς εʹ, ιεʹ. καὶ ὁ εʹ ἐφ’ ἑαυτόν· πεντάκις εʹ, κεʹ. ὁμοῦ ὅλα, μʹ. ὁ μʹ ἀριθμὸς πεπολλαπλασιάσθω ἐπὶ τὸ ἐμβαδὸν τοῦ τριγώνου· ἑξάκις μʹ, σμʹ. αἱ δὲ σμʹ ἡμέραι περιέχουσι χρόνον μηνῶν ηʹ, καὶ οὐ ζωο‐ | |
35 | γονεῖται τὸ βρέφος. Ἐκ γὰρ δύο περιττῶν ἀριθμῶν γέγονεν | 450 |
451 | ἡ συνδρομή. Πάλιν πεπολλαπλασιάσθω ὁ δʹ ἐπὶ τὸν εʹ, καὶ γίνονται κʹ, καὶ ὁ γʹ ἐπὶ τὸν εʹ, καὶ γίνονται ιεʹ. Ὁμοῦ λεʹ. Ταῦτα ἐπὶ τὸ ἐμβαδὸν τοῦ τριγώνου· ἑξάκις λεʹ, σιʹ. Αἱ δὲ σιʹ ἡμέραι περιέχουσι χρόνον μηνῶν ἑπτὰ, καὶ ζωογονεῖται τὸ | |
5 | βρέφος· εἰκότως ἄρα ἡ ἑβδόμη ζωογόνος λέγεται. Τί μὲν οὖν ἡ ἕνη καὶ ἡ τετρὰς καὶ ἡ ἑβδόμη, εἴπομεν· ἔτι δὲ καὶ ἄλλως παρ’ ἄλλοις ἑρμηνεύεται· τετράδα γὰρ φασί τινες τὸ ἁπλῶς σῶμα, τὸ ἐκ τεσσάρων μόνον στοιχείων συνεστηκός· ἄλλο δὲ τὸ ἁπλῶς σῶμα, καὶ ἄλλο τὸ φυσικὸν, καὶ ἄλλο τὸ ἔμψυχον. | |
10 | Ἁπλῶς μὲν γὰρ σῶμα, τὸ ἄψυχον, σῶμα δὲ, ὡς εἴπομεν, φυσικὸν, τὸ ἐκ τεσσάρων καὶ αὐτὸ συνεστηκὸς, ἔχον δὲ καὶ κίνησιν τὴν αὐξητικὴν, οἷον τὸ δένδρον, ὃ καὶ πεντὰς ὀνομά‐ ζεται· ἔμψυχον δὲ σῶμα τὸ ἐκ τεσσάρων στοιχείων συνεστηκὸς, καὶ αὔξησιν ἔχον καὶ αἴσθησιν, ὃ καὶ ἑξὰς ὀνομάζεται. Λέγοι‐ | |
15 | το δ’ ἂν τὸ ἔμψυχον σῶμα καὶ οὕτως ἑξάς· ὁ γὰρ ἓξ ἀριθμὸς οὕτω μετρεῖται· δὶς γʹ, ϛʹ. Καὶ τὸ μὲν δὶς λαμβάνεται ἐπὶ τοῦ σώματος· διαιρετὸν γὰρ τὸ σῶμα, ὡς καὶ ὁ δύο ἀριθμός. Τὸ δὲ τρὶς λαμβάνεται ἐπὶ τῆς ψυχῆς, ἀδιαίρετος γὰρ ἡ ψυχὴ, καὶ δυὰς πολλάκις, ὅτι τρέχει ἐν ἑαυτῷ τὸ πόθεν ποῖ. Ἀπὸ | |
20 | γὰρ προτάσεως, ἤτοι τοῦ πόθεν, ἔρχεται ἐπὶ τὸ συμπέρασμα, ἤτοι τὸ ποῖ· συλλογίζεται γὰρ ἡ ψυχὴ οὕτως· ἐὰν ὁ ἄνθρω‐ πος ζῶον, τὸ δὲ ζῶον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία. Καὶ πρότασις μὲν ὁ ἄνθρωπος ζῶον, τὸ ζῶον οὐσία· συμπέρασμα δὲ ὁ ἄνθρωπος ἄρα οὐσία. ΠΡΩΤΟΝ ἙΝΗ ΤΕΤΡΑΣ ΤΕ | |
25 | ΚΑΙ ἙΒΔΟΜΗ ἹΕΡΟΝ ΗΜΑΡ. Ἄλλο ἡ ἕνη καὶ ἄλλο ἡ νέα· ἕνη μὲν ἡ τριακοστὴ τοῦ μηνὸς, νέα δὲ ἡ πρώτη τοῦ μηνὸς, ἡ καὶ νουμηνία. Ὁ δὲ μὴν παρ’ Ὀρφεῖ μόσχος μονό‐ κερως ὀνομάζεται, καὶ μόσχος μὲν, ὡς πρώτην ἔχων τῇ νέᾳ τὴν ἔκφυσιν, μονόκερως δὲ διὰ τὸ μοναδικὸν αὐτοῦ. Ἡ δὲ | |
30 | τετρὰς ἐτιμᾶτο, ὅτι περιεῖχε πάντας τοὺς ἁρμονικοὺς λόγους· ὁ γὰρ τέσσαρα ἅμα ἐπίτριτος, καὶ διπλάσιος, καὶ τετραπλά‐ σιος· ἐπίτριτος μὲν, ὡς πρὸς τὸν τρία· ὁ γὰρ τέσσαρα περι‐ έχει τὸν τρία, καὶ τὸ τρίτον τοῦ τρία τὴν μονάδα· διπλάσιος δὲ ὡς πρὸς τὸν δύο, τετραπλάσιος, δὲ, ὡς πρὸς τὴν μονάδα. | |
35 | Ὁμοίως δὲ καὶ ὁ ἑπτὰ ἀριθμὸς ἐναρμόνιος· συνέστηκε γὰρ ἐξ ἑνὸς, βʹ, καὶ δʹ, καὶ τὰ βʹ δὲ πρὸς τὸν ἕνα διπλάσια, καὶ τὰ | |
τέσσαρα πρὸς τὰ δύο διπλάσια. Ἐν ταύτῃ ἐγεννήθη καὶ ὁ | 451 | |
452 | μουσηγέτης Ἀπόλλων, ὁ τῆς Λητοῦς υἱός· ἀλληγορικῶς δὲ λέ‐ γεται ὁ λόγος ὁ ἐναρμόνιος, ὁ λήθην ἡμῖν ἐμποιῶν τῶν κακῶν. 770. ΟΓΔΟΑΤΗ Τ’ ΕΝΑΤΗ ΤΕ. Ἐν τῇ ὀγδοάτῃ καὶ | |
5 | ἐνάτῃ τοῦ μηνὸς ἄρχεται αὔξειν τὸ σεληναῖον φέγγος, ὅπερ ὑγρόν ἐστιν ἅμα καὶ θερμὸν, καὶ τότε δεῖ βλέπειν τὸν γεωρ‐ γὸν τὰ ἔργα, ὡς εἰς αὔξησιν ἔρχεται, καὶ γὰρ οὐ μικρὰ συμβάλ‐ λεται ἡ σελήνη τοῖς φυτοῖς εἰς αὔξησιν. Ἐτίμων οὖν οἱ παλαιοὶ τὴν ὀγδόην καὶ ἐνάτην, ὡς αὐξητικὰς τοῦ σεληναίου φωτὸς, καὶ | |
10 | τῶν καρπῶν· ἐτίμων δὲ τὴν ἐνάτην καὶ διὰ τὸν ἀριθμὸν τῶν Μουσῶν· ἐννέα γὰρ αἱ Μοῦσαι· ὁ γὰρ ἐννέα ἀριθμὸς, πρῶ‐ τος τετράγωνός ἐστι, καὶ ἴσος πᾶσι τοῖς ἑαυτοῦ μέρεσι· τοι‐ αῦται δὲ καὶ αἱ Μοῦσαι τετράγωνοι καὶ ἴσαι πανταχόθεν. Ὁ δὲ σοφὸς τὴν ἰσότητα φιλεῖ, τὰς δὲ ὑπερβολὰς καὶ τὰς ἐλλεί‐ | |
15 | ψεις ὡς κακίας οὔσας μισεῖ. Καὶ αἱ ἀρεταὶ ἰσότητες λέγονται· μέσαι γὰρ δύο κακιῶν οὖσαι, ἑκάστη ἀμφοτέρων ἐπίσης ἀπέχει· οἷον, ἡ σωφροσύνη μέση δύο κακιῶν, ἠλιθιότητος καὶ ἀκολα‐ σίας· ἔστι δὲ ἡ ἠλιθιότης ἔλλειψις, ἡ δὲ ἀκολασία ὑπερβολή· τούτων δ’ ἀμφοτέρων ἐπίσης ἀπέχει ἡ σωφροσύνη. | |
20 | 772. ἙΝΔΕΚΑΤΗ ΤΕ ΔΥΩΔΕΚΑΤΗ Τ’. Ἡ ἑνδεκὰς ἐτιμᾶτο μὲν καὶ αὐτὴ ὡς αὐξητικὴ τοῦ σεληναίου φωτὸς, καὶ τῶν καρπῶν· ἐτιμᾶτο δὲ μᾶλλον, ὅτι μιμεῖται τόδε τὸ πᾶν, καὶ τὸν συναρμοζόμενον τούτῳ. Τὴν δὲ δεκάδα, δεχάδα ἔλε‐ γον οἱ παλαιοὶ, ὡς δεχομένην πάντα ἀριθμὸν ἐφ’ ἑαυτοῦ· τὸ | |
25 | δὲ ἓν ἔλεγον τὸν νοῦν τὸν πρῶτον· ἐπεὶ δὲ ἡ ἑνδεκὰς ἔχει τὸν νοῦν τὸν πρῶτον, καὶ τόνδε τὸν κόσμον, ὃν δεκάδα φασὶ, διὰ τοῦτο καὶ τιμᾶται. Ὁ δὲ ιβʹ ἀριθμὸς συζυγία καλεῖται· ἔστι γὰρ ἐν αὐτῷ ἀῤῥενότης καὶ θηλύτης· ὁ γὰρ ιβʹ διαιρεῖται εἰς ϛʹ καὶ ϛʹ, τὰ δὲ ϛʹ, εἰς γʹ καὶ γʹ, τὰ δὲ γʹ, ἀδιαίρετα. | |
30 | Ἐν δὲ ταῖς ιαʹ καὶ ιβʹ, χρὴ θερίζειν καὶ ξυρεῖν τὰ ποίμνια· κατὰ γὰρ τὴν ιαʹ καὶ ιβʹ αὔξει τὸ σεληναῖον φῶς· ὃ καὶ θερμόν ἐστι καὶ ὑγρόν. Χρὴ οὖν τότε κείρειν τὰ ποίμνια, καὶ θερί‐ ζειν τὰς χώρας, ἵνα μὴ οἱ καρποὶ ὑπὸ τῆς πολλῆς ὑγρότητος σήπωνται, τὰ δὲ, ἵνα μὴ τῷ πλήθει τῶν τριχῶν καὶ τῇ τοῦ | |
35 | καταστήματος θερμότητι βλαβῶσιν. Ἄλλαι δὲ αἱ τῆς σελήνης ἡμέραι καὶ ἄλλαι αἱ τοῦ μηνός· ἡ γὰρ σελήνη οὐ συνέρχεται | |
πολλάκις τῷ μηνί· οἷον ἡ πρώτη τῆς σελήνης, οὐκ ἔστι πάν‐ | 452 | |
453 | τως καὶ πρώτη τοῦ μηνός· ἀλλ’ αἱ μὲν ἡμέραι τοῦ μηνὸς οὐχ αἱ αὐταί εἰσιν ἀεὶ, αἱ δὲ τῆς σελήνης αἱ αὐταὶ ἀεί. 774. Ἡ ΔΕ ΔΥΩΔΕΚΑΤΗ ΤΗΣ ἙΝΔΕΚΑΤΗΣ ΜΕΓ’ ΑΜΕΙΝΩΝ. Ἐν γὰρ ταῖς ιβʹ μᾶλλον λάμπει τὸ σελη‐ | |
5 | ναῖον φῶς, ὅπερ ὑγρὸν ὂν καὶ θερμὸν ἀναζωπυρεῖ καὶ τὰ ζωΰφια, ἃ ἐσθίει ὁ ἀράχνης διὰ τῶν ἑαυτοῦ μηχανῶν. Ἀλληγορικῶς δὲ ἀράχνην ὑποληπτέον τὸν σοφὸν, περὶ τὸν ἀέρα ἀεὶ κατα‐ γινόμενον τῇ διανοίᾳ, καὶ κύκλα καὶ τριγωνισμοὺς ἀστέρων ὑπονοούμενον, κἀκ τούτων τὴν ζωὴν ποριζόμενον. | |
10 | 777. ΤΗι Δ’ ἹΣΤΟΝ ΣΤΗΣΑΙΤΟ ΓΥΝΗ, ΠΡΟΒΑ‐ ΛΟΙΤΟ ΤΕ ΕΡΓΟΝ. Φωτὸς γὰρ χρεία καὶ ταῖς περὶ ἱστὸν μοχθούσαις γυναιξίν· ἢ ἀλληγορικῶς τε ἅμα καὶ φυσικῶς ἑρ‐ μηνευτέον τὸ ῥητόν· ἡ γὰρ σελήνη ὑγρὰ οὖσα ποιεῖ ἐν τῇ ιβʹ μᾶλλον ὑγρότερα τὰ τῶν ἀνθρώπων σώματα, ὅτε καὶ ἡ φύ‐ | |
15 | σις ποιεῖ τὸ οἰκεῖον· ταύτην δὲ γυναῖκα ὑποληπτέον οὐχ ἱστὸν ὑφαίνουσαν, ἀλλὰ τὰ ἡμέτερα σώματα. Ὅτι δὲ ἡ φύσις ὡς γυνὴ παρείληπται, ἔστι καὶ ἀπὸ ἄλλων ἰδεῖν τοῦτο· μάλιστα δὲ καὶ ἀπὸ τοῦ Ὁμήρου· τὴν γὰρ φύσιν γυναῖκα λέγει, ἱστὸν μὲν ὑφαίνουσαν ἁλιπορφύροις νήμασι, τὰ ἡμέτερα σώματα | |
20 | τοῖς αἵμασι τοῖς ἐρυθροῖς, ἐπὶ ἐργαλείων δὲ μαργαρίνων τῶν ὀστῶν, ἔχουσαν δὲ ἐν τῇ οἰκίᾳ δύο τὰς εἰσόδους, τὴν μὲν θεῶν μακάρων, τὴν δὲ θνητῶν ἀνθρώπων, ἤτοι τῶν ἀγαθῶν καὶ κα‐ κῶν. Δεκτικὸς γὰρ ὁ ἄνθρωπος καὶ τῶν δύο, τῶν τε ἀγαθῶν φημι καὶ τῶν κακῶν. | |
25 | 778. ΜΗΝΟΣ Δ’ ἹΣΤΑΜΕΝΟΥ ΤΡΙΣΚΑΙΔΕΚΑ‐ ΤΗΝ ΑΛΕΑΣΘΑΙ ΣΠΕΡΜΑΤΑ ΔΑΣΣΑΣΘΑΙ, ΦΥΤΑ Δ’ ΕΚΘΡΕΨΑΣΘΑΙ ΑΡΙΣΤΗ. Ἡ τρισκαιδεκάτη ἀνωφε‐ λὴς τῇ σπορᾷ. Ἡ γὰρ σπορὰ νοτίας δεῖται καὶ ψύξεως· ἐν δὲ τῇ ιγʹ τοῦ μηνὸς πλεῖον μὲν τὸ ὑγρὸν, πλεῖον δὲ τὸ θερμόν· | |
30 | τοῖς φυτοῖς δὲ ὠφέλιμος, διότι τούτοις μάλιστα χρεία θερμό‐ τητος καὶ νοτίας· ὧν μάλιστα μετέχει ἡ σελήνη. 780. ἙΚΤΗ Δ’ Ἡ ΜΕΣΣΗ ΜΑΛ’ ΑΣΥΜΦΟΡΟΣ ΕΣΤΙ ΦΥΤΟΙΣΙΝ. Ἡ ἑκκαιδεκάτη μετέχει ψυχρότητος· τότε γὰρ λήγει ἡ σελήνη, καὶ ἄρχεται λήγειν καὶ ἡ θερμότης αὐτῆς· | |
35 | ἡ δὲ ψυχρότης οὐκ ὠφέλιμος τοῖς φυτοῖς. Ὁ δὲ ἓξ ἀριθμὸς τέ‐ λειός ἐστιν· ἔχει γὰρ ἥμισυ, τρίτον, καὶ ἕκτον, ἤτοι ἀρχὴν, | |
μέσην, τέλος. | 453 | |
454 | 781. ΕΣΤΙ Δ’ ΑΝΔΡΟΓΟΝΟΣ ΑΓΑΘΗ. Φασὶ γὰρ οἱ φυσικοὶ ὅτι τὰ ἄῤῥενα σπέρματα ξηρότερά εἰσι, τὰ δὲ θή‐ λεα ὑγρότερα· τῆς γοῦν μέσης ἕκτης ἡμέρας ἔτι μετεχούσης τοῦ σεληναίου φωτὸς, θερμοτέρου ὄντος καὶ ὑγροτέρου, | |
5 | συμβαίνει τὰ ἄῤῥενα σπέρματα εὔκρατα εἶναι, ὄντα μὲν αὐτὰ ξηρὰ, τῆς δὲ ιϛʹ θερμῆς καὶ ὑγρᾶς· τὰ δὲ θήλεα ὑγρότερα, καὶ ἀπὸ νοτίων ὡς ἐπιτοπολὺ πνευμάτων συνεστηκότα, ὥσπερ τὸ ἀνάπαλιν ἐπὶ τῶν ἀῤῥένων· ἐκ γὰρ Βορείων πνευμάτων μάλιστα συνέστηκε, καὶ συμβαίνει μὴ εὔκρατα εἶναι· τῆς γὰρ | |
10 | ἔξωθεν καταστάσεως ὑγροτέρας οὔσης, καὶ τοῦ σπέρματος ὑγροτέρου ὄντος, συμβαίνει καὶ τὸ ἀποτέλεσμα πάντως ὑγρὸν εἶναι. Ὅτι δὲ ὑγρότερα τὰ σπέρματα τὰ θήλεα τῶν ἀῤῥένων, μᾶλλον δῆλον κἀκ τοῦδε· τῆς σπορᾶς τῆς θηλείας ὑγρᾶς οὔ‐ σης, συμβαίνει καὶ τὸ θῆλυ σπέρμα βραδέως κινεῖσθαι, διότι | |
15 | καὶ τὸ ὑγρὸν βραδέως συμπήγνυται· τῆς δὲ ἀῤῥενικῆς σπορᾶς ξηροτέρας οὔσης, συμβαίνει καὶ τὸ ἔμβρυον ταχύτερον τοῦ θήλεος ἐν τῇ κοιλίᾳ κινεῖσθαι. Τὰ γὰρ ὑγρὰ καὶ βαρέα, τὰ δὲ ξηρὰ καὶ κοῦφα. Καὶ ἁπλῶς εἰπεῖν, ἥ τε πρώτη ἕκτη, ἥ τε μέση ἡ ιϛʹ, ἀσύμφορος ταῖς θηλείαις εἰς τὸ γεννηθῆναι· ἐν γὰρ | |
20 | τῇ πρώτῃ ϛʹ οὔπω ἀκμαῖον τὸ φῶς τῆς σελήνης, καὶ ἐν τῇ ιϛʹ πάλιν λήγει τὸ φέγγος τῆς σελήνης· ἀλλ’ οὐδὲ εἰς γάμον ἐπι‐ τηδεία ἡ ιϛʹ, διότι ὁ ἥλιος πολὺ τότε ἀφέστηκε τῆς σελήνης· ὅταν δὲ γένηται σύνοδος καὶ ἐγγύτης ἡλίου καὶ σελήνης, ὡς παρακατιὼν λέγει, τότε καὶ ὁ γάμος εὔκαιρος. Ἐν ταύ‐ | |
25 | τῃ δὲ τῇ ἕκτῃ τάμνειν ἐρίφους, ἤτοι εὐνουχίζειν, καλόν. Ἐν γὰρ τῇ ιϛʹ ἄρχεται λήγειν τὸ φέγγος τῆς σελήνης, καὶ γίνεται τὸ περιέχον ψυχρότερον, ὅτε οὐ γίνεται σῆψις ἐν τοῖς τραύ‐ μασι. Δεῖ δὲ ἐν ταύτῃ τῇ ἡμέρᾳ σηκοὺς ποιεῖν, διότι πρὸς τὸ ψυχρότερον μεταβάλλεται ὁ ἀήρ· καὶ δεῖ τότε σκέπεσθαι | |
30 | τὰ ποίμνια. Πῶς δὲ καὶ ὁ ἐν ταύτῃ γεννηθεὶς ψευδολόγος ἐστὶ, ψεύδεά τε φιλεῖ, καὶ κρυφίους ὀαρισμούς; ὅτι τότε ἡ σελήνη τὴν διχοτομίαν ψεύδεται, ἐν γὰρ τῇ ιϛʹ τὸ πλεῖστον τῆς σελήνης φωτεινότερον. Πῶς δὲ καὶ κρυφίους ὀαρισμοὺς φιλεῖ; ὅτι κρυπτῶς ἔν τε τῷ ἓξ ἀριθμῷ, καὶ ἐν τῷ ἑκκαιδεκάτῳ ἐγκα‐ | |
35 | τέσπαρται ἡ δυὰς, ἥτις ἐστὶ θῆλυς· δὶς γὰρ τρὶς, ἓξ, καὶ δὶς | |
ὀκτὼ, ιϛʹ. | 454 | |
455 | 788. ΜΗΝΟΣ Δ’ ΟΓΔΟΑΤΗι ΚΑΠΡΟΝ ΚΑΙ ΒΟΥΝ ΕΡΙΜΥΚΟΝ ΤΑΜΝΕΜΕΝ. Ἡ ὀγδόη ἐτιμᾶτο παρὰ τοῖς παλαιοῖς ὡς τοῦ Ποσειδῶνος οὖσα, ὁ δὲ Ποσειδῶν τῆς θαλάσ‐ σης ἐξουσιάζει, λέγεται γὰρ καὶ Ἐνοσίχθων καὶ Ποσειδῶν· τῶν δὲ | |
5 | ζώων τὰ ἁρμητικώτερά εἰσιν ὅ τε βοῦς καὶ ὁ κάπρος· καὶ διὰ μὲν τοῦ ταύρου δηλοῦται ἡ κίνησις τῆς ὑγρᾶς· ὑγότερον γὰρ μᾶλλον ὁ βοῦς τοῦ κάπρου· διὰ δὲ τοῦ κάπρου ἡ κίνησις τῆς ξηρᾶς· ἔτεμνον δὲ οἱ παλαιοὶ ἐν ταύτῃ τῇ ἡμέρᾳ τοὺς κάπρους καὶ τοὺς ταύρους, ἵνα καὶ αἱ συνεχεῖς κινήσεις τῆς τε ξηρᾶς | |
10 | καὶ ὑγρᾶς συνέχωνται. 789. ΟΥΡΗΑΣ ΔΕ ΔΥΩΔΕΚΑΤΗι ΤΑΛΑΕΡΓΟΥΣ. Ἡ δωδεκάτη ἡμέρα τῆς σελήνης ἐστίν· ὁ γὰρ ιβʹ περάτωσις τῶν ἀριθμῶν, ὡσαύτως καὶ ἡ σεληνιακὴ σφαῖρα περάτωσις πάν‐ των τῶν κύκλων. Ἔτεμνον δὲ ἐν ταύτῃ τοὺς, ἡμιόνους· καὶ | |
15 | γὰρ ὁμοιότητα τινὰ ἔχει ὁ ἡμίονος πρὸς τὴν σελήνην· ὡς γὰρ ὁ ἡμίονος μέσος ταχύτητος καὶ βραδύτητος, οὕτω καὶ ἡ σελήνη μέση τῆς ἀκινήτου γῆς, καὶ τῶν κινουμένων σφαιρῶν· ἔτεμ‐ νον δὲ ἐν ταύτῃ τὰς ὁρμὰς τῶν ἡμιόνων, ὅτι καὶ ἡ σελήνη τὰς πλείους ἑαυτῆς κινήσεις κατέχουσα εὐτάκτως τὴν πορείαν ποι‐ | |
20 | εῖται. Ἔστι δὲ καὶ ἀλληγορικῶς εἰπεῖν, ὅταν γνῶμεν ἐν τέ‐ λει τῶν ἡμερῶν εἶναι, τέμνομεν τὰς ἐμπαθεῖς ἐπιθυμίας. 791. ΕΙΚΑΔΙ Δ’ ΕΝ ΜΕΓΑΛΗ. Ἡ εἰκὰς διπλῆ ἐστι δεκάς· ἡ δὲ δεκὰς ὁ κόσμος ἐστίν. Οἱ γὰρ Πυθαγόρειοι ἐκ δέκα τὸν κόσμον ἔλεγον εἶναι, ἐκ τῆς ἀπλανοῦς σφαίρας, ἐκ | |
25 | τῶν ἑπτὰ πλανήτων, ἐκ τῶν τεσσάρων στοιχείων, ὡς ἓν καὶ τούτων λαμβανομένων, καὶ ἐκ τῆς ἀντίχθονος, ἤτοι τῆς σελη‐ ναίας σφαίρας. Λέγεται δὲ ἡ σεληναία σφαῖρα ἀντίχθων, διότι ὃ ποιεῖ ἡ γῆ πρὸς τὴν σελήνην ἀντιφράττουσα αὐτὴν, τὸ αὐτὸ καὶ ἡ σελήνη πρὸς τὸν ἥλιον. Ὁ οὖν ἐν τῇ εἰκάδι γενόμενος | |
30 | κοσμιώτατός ἐστι. Καὶ ἀλληγορικῶς δέ ἐστιν εἰπεῖν, ἡ εἰκὰς πλεῖον κόμμα ἐστὶ τῶν τε ὀκτὼ, καὶ τῶν ιαʹ, καὶ ἁπλῶς ὧν εἶπεν ἄνω ἀριθμῶν. Συμβαίνει οὖν τὸν πλείω χρόνον ζή‐ σαντα πολυΐστορα γίνεσθαι· ἐμπειρία γὰρ καὶ χρόνος τοὺς ἀνθρώπους ἐμπειροτέρους ποιεῖ καὶ φρονιμωτέρους. | |
35 | 792. ΕΣΘΛΗ Δ’ ΑΝΔΡΟΓΟΝΟΣ ΔΕΚΑΤΗ, ΚΟΥ‐ | |
ΡΗι ΔΕ ΤΕ ΤΕΤΡΑΣ κ. τ. λ. Τίς μὲν ἡ δεκάτη, μικρὸν | 455 | |
456 | ἄνω εἴπομεν, ὅτι δεχάς τίς ἐστιν, ἤτοι κόσμος, ὁ πάντα τὰ εἴδη δεχόμενος· ὁ δ’ ἐν ταύτῃ γενόμενος κόσμιος καὶ εὔχρους τὸ σῶμα· κατὰ γὰρ τὴν ιʹ αὔξει τὸ φῶς τῆς σελήνης, ὅπερ ὑγρό‐ τητος ἅμα καὶ θερμότητος μετέχον ποιεῖ τὸ ἄῤῥεν, ἐκ σώματος | |
5 | ὂν ψυχροτέρου καὶ ξηροτέρου εὔκρατον. Ἡ δὲ μέση τετρὰς, ἤτοι ἡ τεσσαρεσκαιδεκάτη, σύμφορος θηλείᾳ γονῇ· τὸ γὰρ θῆλυ σπέρμα ὑγρὸν καὶ θερμόν. Ἐν δὲ τῇ ιδʹ λήγει ἡ ὑγρότης τοῦ φωτὸς τοῦ σεληνιακοῦ, καὶ γίνεται τὸ περιέχον καὶ ψυχρότερον καὶ ξηρότερον. Τῶν δὲ ἐναντίων εὐκράτως συγκεραννυμένων, | |
10 | τὸ ἀποτέλεσμα συμβαίνει εὔκρατον εἶναι. Ἐν δὲ ταύτῃ τῇ. ἡμέρᾳ πραΰνεται καὶ τὸ θυμοειδὲς τῶν ζώων· διότι καὶ ἡ σε‐ λήνη τότε ἄρχεται λήγειν. 795. ΠΕΦΥΛΑΞΟ ΔΕ ΘΥΜΩι ΤΕΤΡΑΔ’ ΑΛΕΥ‐ ΑΣΘΑΙ ΦΘΙΝΟΝΤΟΣ Θ’ ἹΣΤΑΜΕΝΟΥ ΤΕ. Ἡ τετάρτη | |
15 | καὶ ἡ εἰκοστὴ τετάρτη ἡμέρα, τέλειαί εἰσιν αἱ ἡμέραι· πᾶσα γὰρ τετρὰς ἱερὰ ὡς καὶ στερεά. Στερεὰ δὲ λέγεται, διότι πάν‐ τα τὰ συνεστῶτα ἐκ στιγμῆς πρῶτον ἐγένετο· ἡ γὰρ στιγμὴ ῥυισκομένη ποιεῖ γραμμήν· ἡ δὲ γραμμὴ ἐπιφάνειαν· ἡ δὲ ἐπιφάνεια στερεόν· τελεία ἄρα ἡ τετρὰς, καὶ ἀξία τιμᾶσθαι. | |
20 | Ἐτιμᾶτο δὲ καὶ παρὰ τοῖς Πυθαγορείοις· Οὐ μὰ τὸν ἁμετέρᾳ ψυχᾷ παραδόντα τετρακτὺν, Παγὰν ἀϊδίου φύσεως. ἐν γοῦν ταύτῃ κατ’ ἐξαίρετον λέγει μὴ χολοῦσθαι, διότι τελεία ἐστίν. | |
25 | 798. ΕΝ ΔΕ ΤΕΤΑΡΤΗι ΜΗΝΟΣ. Ἡ πρώτη τετρὰς τοῦ μηνὸς ἀρχὴ ὑπάρχει τῆς συνόδου τοῦ ἡλίου καὶ τῆς σελή‐ νης, καὶ ἀρχὴ φωτὸς τοῦ σεληνιακοῦ· τότε δὲ δεῖ ἄγεσθαι εἰς οἶκον ἄκοιτιν· ἡ δὲ ἑτέρα τετάρτη ἡ πρὸς τῷ τέλει, ἀρχὴ τῆς περικλείσεως τῶν φωτισμάτων· ὅτε οὐ δεῖ λαμβάνειν γυναῖκα· | |
30 | τότε γὰρ ἡ σελήνη πολὺ τοῦ ἡλίου ἀφέστηκε. 800. ΠΕΜΠΤΑΣ Δ’ ΕΞΑΛΕΑΣΘΑΙ. Ὁ πέντε ἀριθμὸς δίκη λέγεται· ἐπίσης γὰρ τὸν δέκα τέμνει· ἐν δὲ τῇ πέμπτῃ φασὶν ὅτι ἐγεννήθησαν αἱ Ἐριννῦς αἱ τὰς πλεονεξίας τιμωρού‐ μεναι. Τοῦ μηνὸς ἡ πρώτη πέμπτη πλείονος μετέχει φωτός· | |
35 | ἡ δὲ ὑστάτη ἥττονος. Διὰ τοῦτο καὶ αἱ Ἐριννῦς ἐν ταύταις | |
ταῖς πέμπταις ἐγεννήθησαν· τιμωρητικαὶ γὰρ τῶν πλεονεκτι‐ | 456 | |
457 | κῶν, βοηθοὶ δὲ τῶν πλεονεκτουμένων. Ἢ ἀλληγορικῶς ἑρμη‐ νευτέον τὸ, Πέμπτας ἐξαλέασθαι, ἀντὶ τοῦ πολλοὺς γάμους· ὁ γὰρ πέντε γάμος λέγεται. Ἐκ γὰρ ἀρτίου τοῦ δύο, καὶ περιτ‐ τοῦ τοῦ τρία, συνέστηκεν, ἵνα κατὰ συνέχειαν εἴη ὁ λόγος, | |
5 | ἄνω γὰρ εἶπε περὶ γάμου. 803. ΜΕΣΗ Δ’ ἙΒΔΟΜΑΤΗ. Ἡ ἑπτακαιδεκάτη, ἐπιτη‐ δεία εἰς τὸ θεῖναι καρποὺς ἐπὶ τὴν ἅλω· τότε γὰρ λήγει ἡ θερ‐ μότης τῆς σελήνης, καὶ κινοῦνται αὖραι ἐπιτήδειαι τοῖς ἁλωνί‐ ζουσιν. Ἐν ταύτῃ τῇ ἡμέρᾳ δεῖ τέμνειν καὶ τὰ θαλαμήϊα ξύλα· | |
10 | τότε γὰρ ἡ ὑγρότης τῆς σελήνης λήγει, ἡ αἰτία σήψεως. 807. ΤΕΤΡΑΔΙ Δ’ ΑΡΧΕΣΘΑΙ. Ἡ τετρὰς ἁρμονία λέ‐ γεται. Ἔχει γὰρ τὸν ἐπίτριτον· ὁ γὰρ τέσσαρα τοῦ τρία ἐπίτρι‐ τος· ἔχει τὸν διπλάσιον· ὁ γὰρ τέσσαρα τοῦ βʹ διπλάσιος· ἔχει καὶ τοῦ δὶς διὰ πασῶν τὸν τετραπλάσιον· τὰ γὰρ τέσσαρα τῆς | |
15 | μονάδος τετραπλάσια. Ἐν ταύτῃ οὖν τῇ ἡμέρᾳ κατασκευαστέον τὰ ἔργα τὰ τῆς ἁρμονίας δεόμενα. Ἢ καὶ ἄλλως. Τετρὰς λέ‐ γεται στερεὸν, πρῶτον ἐκ στιγμῆς, εἶτα ἐκ γραμμῆς, εἶτα ἐξ ἐπιπέδου, καὶ τελευταῖον στερεοῦ. Δεῖ γοῦν τὰ ἔργα τὰ στεῤ‐ ῥότητος δεόμενα ἐν ταύτῃ τῇ ἡμέρᾳ κατασκευάζειν. | |
20 | 809. ΠΡΩΤΙΣΤΗ Δ’ ΕΙΝΑΣ ΠΑΝΑΠΗΜΩΝ. Πρώτη ἐννὰς, ἡ ἡμέρα τῶν Μουσῶν ἐστι τῶν Ἑλικωνιάδων· ὁ γὰρ θʹ ἀριθμὸς ἰσάκις ἴσος ἐστί· καὶ ἀγαθὸς ἐν πᾶσιν. Ἑλικωνιάδες δὲ λέγονται αἱ Μοῦσαι, οὐχ ὅτι ἀπὸ τόπου τινὸς Ἑλικῶνός εἰσιν· ἀλλ’ ἐν τῇ τοῦ Πτολεμαίου μουσικῇ ἔστι τὶ ὄργανον, ὃ καλεῖται | |
25 | Ἑλικών. Ἐν δὲ τούτῳ τῷ Ἑλικῶνι εἰσὶν ἐννέα τινὲς χορδαί· ὧν τρεῖς τοῦ διὰ τεσσάρων, ἤτοι τοῦ ἐπιτρίτου· τρεῖς δὲ τοῦ διὰ πέντε, ἤτοι τοῦ ἡμιολίου· τρεῖς δὲ τοῦ διὰ πασῶν, ἤτοι τοῦ διπλασίου· ἃς δὴ καὶ ἐννέα Μούσας προσηγορεύκασιν. Ἀλλὰ [Omitted graphic marker] πρὸς ἀπόδειξιν ἀληθεστέ‐ | |
30 | ραν ἐκθετέον καὶ τὰ ὄργανα οὕτως. Ἔστω τετράγωνον ἰσόπλευρον τὸ αʹ βʹ γʹ δʹ, καὶ διαιρείσθωσαν μέσαι αἱ αʹ βʹ, γʹ δʹ, κατὰ τὰ εʹ, ζʹ | |
35 | σημεῖα. Καὶ ἐπεζεύχθωσαν αἱ αʹ ζʹ. Καὶ βʹ ηʹ γʹ. Καὶ | |
διήχθω παρὰ μὲν τὴν αʹ βʹ | 457 | |
458 | εὐθεῖαν, διὰ μὲν τοῦ εʹ, ἡ εʹ θʹ κʹ. Διὰ δὲ τοῦ ηʹ, ἡ λʹ ηʹ μʹ. Φανερὸν οὖν αὐτόθεν, ὅτι ἡ αʹ γʹ διπλασία ἐστὶν ἑκατέ‐ ρας, τῶν βʹ ζʹ καὶ ζʹ δʹ, καὶ ἔτι τούτων ἑκατέρα, τῆς εʹ θʹ, ἐπεὶ καὶ ἡ αʹ βʹ, τῆς αʹ εʹ, ὥστε καὶ ἡ αʹ γʹ, τῆς μὲν εʹ θʹ τετραπλασία | |
5 | τῆς δὲ θʹ κʹ ἐπίτριτος. Ἔστιν οὖν ἐν τούτῳ τῷ ὀργάνῳ εὑρεῖν, τὸ διὰ τεσσάρων, τὸ διὰ πέντε, καὶ τὸ διὰ πασῶν. Οἷον, ὁ μὲν διὰ τεσσάρων, ὁ ἐπίτριτός ἐστιν. Ὁ δὲ διὰ πέντε, ὁ ἡμιόλιος. Ὁ δὲ διὰ πασῶν, ὁ διπλάσιος. Εὑρήσεις δὲ, εἰ σκοπήσεις, ἐνταῦθα τρεῖς ἐπιτρίτους, καὶ τρεῖς ἡμιολίους, | |
10 | καὶ τρεῖς διπλασίους, οὓς καὶ ἐννέα Μούσας προσαγορεύου‐ σιν. Οἷον ὁ ΙΒ τοῦ θʹ ἐπίτριτος· περιέχει γὰρ ὅλον τὸν θʹ, καὶ τὸ τρίτον αὐτοῦ, ἤγουν τὸ Γ. Ὁ Η ἐπίτριτος τοῦ ϛʹ. Περιέχει γὰρ ὅλον τὸν ϛʹ, καὶ τὸ τρίτον αὐτοῦ τὰ Β. Ὁ Δ τοῦ Γ ἐπίτριτος. Περιέχει γὰρ ὅλον τὸ Γ, καὶ τὸ τρίτον αὐ‐ | |
15 | τοῦ, ἤτοι τὸ Α. Ἰδοὺ τρεῖς ἐπίτριτοι, οἵ τινές εἰσι τοῦ διὰ τεσσάρων. Πάλιν ὁ ΙΒ τοῦ Η ἡμιόλιος, περιέχει γὰρ ὅλον τὸν Η, καὶ τὸ ἥμισυ αὐτοῦ τὸ Δ. Ὁ θʹ ἡμιόλιος τοῦ ϛʹ, περιέχει γὰρ ὅλον τὸν ϛʹ, καὶ τὸ ἥμισυ αὐτοῦ τὸ Γ. Ὁ ϛʹ, τοῦ Δ ἡμιόλιος· περιέχει γὰρ ὅλον τὸν Δ, καὶ τὸ ἥμισυ αὐτοῦ τὰ | |
20 | Β. Ἰδού σοι κἀνταῦθα τρεῖς ἡμιόλιοι, τοῦ διὰ πέντε. Δεδείχ‐ θωσαν δέ σοι καὶ τρεῖς διπλάσιοι, οἵ τινες εἰσὶ τοῦ διὰ πασῶν. Οἷον ὁ ΙΒ τοῦ ϛʹ ὅτι διπλάσιος, οὐ πώποτε ἠρώτησα, ἀλλὰ καὶ ὁ ϛʹ, τοῦ Γ καὶ ὁ Η τοῦ Δ. 812. ΠΑΥΡΟΙ Δ’ ΑΥΤ’ ΙΣΑΣΙΝ. Ἤτοι οὐδεὶς ἐπαινεῖ | |
25 | τὴν λʹ. Οἱ δέ φασιν ὅτι τὴν κθʹ λέγει· ἔστι γὰρ πάντη ἀφώ‐ τιστος, καὶ ἔχει καὶ πυκνοὺς τοὺς ἀνέμους, καὶ ἐπικινδύνους τοῖς πλέουσι. Χρήσιμος δὲ εἰς τὸ ὑποτάξαι ζῶα καὶ κατα‐ στεῖλαι τὸ θυμοειδὲς αὐτῶν. 818. ΠΑΥΡΟΙ Δ’ ΑΥΤΕ ΜΕΤΕΙΚΑΔΑ ΜΗΝΟΣ | |
30 | ΑΡΙΣΤΗΝ. Τὴν καʹ οἱ Ἀθηναῖοι μετεικάδα ἔλεγον εἶναι. Μετὰ γὰρ τὴν εἰκοστήν ἐστιν ἡ μονάς. Αὕτη δὲ ἡ καʹ πρὸς μὲν τὸν ὄρθρον καλή ἐστι, πρὸς δὲ τὴν δείλην χερείων· οὐ γὰρ ταυτὸ μονὰς καὶ ἑνάς· ἡ μὲν γὰρ ἑνὰς ἀναλλοίωτός ἐστιν, ἡ δὲ μονὰς ἀλλοιωτική· διὰ τοῦτο καὶ ἡ καʹ πρὸς μὲν τὴν ἀρχὴν καλή ἐστι, | |
35 | πρὸς δὲ τὸ τέλος ἀλλοιοῦται. Καὶ ὅπως ἡ μονὰς ἀλλοιωτικὴ, | |
σκοπητέον. Ἔστιν ἐν τοῖς οὖσι ταυτότης καὶ ἑτερότης· καὶ ταυ‐ | 458 | |
459 | τότης μὲν τὸ ἓν, ἑτερότης δὲ τὰ δύο, δὶς γὰρ δύο, τέσσαρα. Τὸ μὲν οὖν ἓν ἀναλογεῖ τῷ θεῷ, ὅτι καὶ ἀναλλοίωτον, ὡς καὶ ὁ θεός. Ἡ δὲ μονὰς ὑλικὴ οὖσα ἀναλογεῖ τῇ ἡμετέρᾳ ψυχῇ, ἥτις τρεπτὴ μὲν, ἀδιαίρετος δὲ, καθὼς τὸ ἕν· πλὴν τὸ ἓν ὑπέρ‐ | |
5 | τερόν ἐστι τῆς τε μονάδος καὶ δυάδος. Καὶ λοιπὸν δέδεικται, ὅτι οὐ ταυτὸ μονὰς καὶ ἑνὰς, εἴπερ τὸ ἓν μὲν ἀναλλοίωτον, ἡ δὲ μονὰς ἀλλοιουμένη. Ταῦτά μοι περὶ τῶν ἡμερῶν ἐξεπονήθη | |
τοῦ Ἡσιόδου. | 459 |